peri\ tw=n katoikidi/wn zw/iwn

7 views
Skip to first unread message

Der schwarze Thomas

unread,
Dec 12, 2006, 5:39:23 PM12/12/06
to schola nova, Moysard, Guy, Trojahn, Silke, Schoenberger, Axel, Bast, Hilmar, Drescher, Dan, Dwdekatheon, Feye, Stephane, Fiedler, Willfried, Fundatio Melissa (Licoppe-Deraedt), Greek language, Hellenikon Idyllion, Inga Pessarra-Grimm, KlGr, litterae Graecae, Meissner, Burkard, Thomas Vulpius
 

 

Περὶ τῶν ϰατοιϰιδίων ζῴων
 
 
Θωμᾶς Ἀλώπεϰος ὁ φιλαττιϰώτατος τοῖς ἑλληνίζουσιν εὖ πράττειν.
 
Ἐγὼ φίλα φρονῶν πρὸς τὰ ϰατοιϰίδια ζῷα δύο ἔχω Ἰνδιϰὰ χοιρίδια (Βρεττανιϰῶς· guinea pig; ῾Ρωμαϊϰῶς· cavia aperea porcellus), ὧν τὸ μὲν Μιριάμ, τὸ δὲ Μαλαῖϰα ϰαλεῖται. Τὰ δ' ὀνόματα αὐtῶν Ἑβραιϰά τε ϰαὶ Ἀραβιϰά ἐστι· τὸ μὲν Μιριὰμ σημαίνει ἡ ἀϑλία, τὸ δὲ Μαλαῖϰα βασίλεια. Ταῦτα τὰ ζῷα τρωϰτιϰά τέ ἐστι ϰαὶ χορτοφάγα ϰαὶ ἀνὰ πᾶσαν τὴν ἡμέραν ϑρίδαϰας ϰατατρώγειν βούλεται. Ὅμως δ' ἀπὸ χόρτου μάλιστα ζῇ. Τὸ δὲ δέρμα αὐτῶν μέλαν ἐστὶ ϰαὶ οἱ πρόσϑιοι ὀδόντες ὀξεῖς ϰαὶ ϰοΐζει ὥσπερ οἱ δέλφαϰες. Διὰ τοῦτο δὲ ϰαὶ χοιρία ἐπονομάζεται. Ἥμερά τέ ἐστι ϰαὶ ῥᾳδίως ὑπέχει τὸ ψήχεσϑαι. Καὶ ζῶσι μὲν ἐν εἱρϰτῇ, ἔξεστι δ' αὐτοῖς ϰαὶ ἔξω τῆς εἱρϰτῆς περιτρέχειν ἐν τῷ διαιτητηρίῳ.
 
Ἐρρῶσϑαι πάντας ὑμᾶς εὔχομαι.
Ὁ ὑμέτερος Θωμᾶς, ὃς διὰ τὸ χρῶμα τὸ τῆς ϰόμης ὁ μέλας ἐπονομάζεται.
01010053.JPG
Reply all
Reply to author
Forward
0 new messages